Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.124 | Dem. 19.126 (English) | >>Dem. 19.129 |
19.125ἐπειδὴ δʼ ἀπωλώλεσαν οἱ Φωκεῖς ὕστερον ἡμέραις πέντʼ ἢ ἕξ , καὶ τέλος εἶχε τὸ μίσθωμʼ ὥσπερ ἂν ἄλλο τι τούτῳ , καὶ ὁ Δερκύλος ἐκ τῆς Χαλκίδος ἧκεν ἀναστρέψας καὶ ἀπήγγειλεν ὑμῖν ἐκκλησιάζουσιν ἐν Πειραιεῖ ὅτι Φωκεῖς ἀπολώλασι , καὶ ὑμεῖς , ὦ ἄνδρες Ἀθηναῖοι , ταῦτʼ ἀκούσαντες εἰκότως κἀκείνοις συνήχθεσθε καὶ αὐτοὶ ἐξεπέπληχθε , καὶ παῖδας καὶ γυναῖκας ἐκ τῶν ἀγρῶν κατακομίζειν ἐψηφίζεσθε καὶ τὰ φρούριʼ ἐπισκευάζειν καὶ τὸν Πειραιᾶ τειχίζειν καὶ τὰ Ἡράκλειʼ ἐν ἄστει θύειν ,
19.126—ἐπειδὴ ταῦτʼ ἦν καὶ τοιαύτη ταραχὴ καὶ τοιοῦτος θόρυβος περιειστήκει τὴν πόλιν , τηνικαῦθʼ ὁ σοφὸς καὶ δεινὸς οὗτος καὶ εὔφωνος , οὔτε βουλῆς οὔτε δήμου χειροτονήσαντος αὐτόν , ᾤχετο πρεσβεύων ὡς τὸν ταῦτα πεποιηκότα , οὔτε τὴν ἀρρωστίαν ἐφʼ ᾗ τότʼ ἐξωμόσαθʼ ὑπολογισάμενος , οὔθʼ ὅτι πρεσβευτὴς ἄλλος ᾕρητʼ ἀνθʼ αὑτοῦ , οὔθʼ ὅτι τῶν τοιούτων ὁ νόμος θάνατον τὴν ζημίαν εἶναι κελεύει ,
19.127οὔθʼ ὅτι πάνδεινόν ἐστιν ἀπηγγελκόθʼ ὡς ἐπικεκήρυκται χρήματʼ αὐτῷ ἐν Θήβαις , ἐπειδὴ Θηβαῖοι πρὸς τῷ τὴν Βοιωτίαν ἅπασαν ἔχειν καὶ τῆς Φωκέων χώρας ἐγκρατεῖς γεγόνασι , τηνικαῦτʼ εἰς μέσας τὰς Θήβας καὶ τὸ τῶν Θηβαίων στρατόπεδον βαδίζειν · ἀλλʼ οὕτως ἔκφρων ἦν καὶ ὅλος πρὸς τῷ λήμματι καὶ τῷ δωροδοκήματι ὥστε πάντα ταῦτʼ ἀνελὼν καὶ παριδὼν ᾤχετο .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.124 | Dem. 19.126 (English) | >>Dem. 19.129 |